Ancient Greek · ~3 min
Chapter 242
Libanius, Oratio I 242
Not analysed yet
ἐμοὶ δὲ μὴ ἀλγεῖν μὲν οὐκ ἦν, σιωπᾶν δὲ ἠξίουν, ἕως αὑτῶν ἀδικεῖν κατα- γνόντες ἦσαν ἐν τοῖς προτέροις. τῆς γνώμης δὲ οὐκ ἀρκούσης εἰς πίστιν προσεγένετό τι τὸ τὴν ἀνάγκην ἔχον, ὥστε μηδὲ (βουλομένοις) ἀπεῖναι ἐξεῖναι. ὅ δὲ τοῦτο ἦν, ἔδοξέ μοι μὴ λέγειν. 243. Τὸ δὲ πάθος ἐκεῖνο τὸ τῆς κεφαλῆς τὸ ἀρ- χαῖον, ὃ βροντῆς ἔργον ἐγεγόνει, διαλιπὸν ἑκκαίδεκα ἔτη, πάλιν ἐνέκειτο καὶ ἦν χαλεπώτερον ἀρξάμενον εὐθὺς μετὰ τὴν μεγίστην ἑορτήν, ἥ γε κοινὴ τῶν ὑπὸ Ῥωμαίοις ὄντων, δέος τε ἦν, μὴ κατενεχθείην ἐπὶ συνουσίᾳ τῶν παίδων καθήμενος, ἦν δὲ καὶ ἐπὶ κλίνης κειμένῳ δέος, ἡμέραι τε ἅπασαι πικραί, νυξὶ δὲ χάριν ᾔδειν τοῦ ὕπνου, φανεῖσα δὲ ἡμέρα τὸ κακὸν ἐκόμιζεν, ὥστε καὶ ᾔτουν παρὰ τῶν θεῶν ἀντ’ ἄλλου τινὸς ἀγαθοῦ τὸν θάνατον, καὶ πιστεύειν μὲν οὐκ εἶχον, ὡς οὐ διαφθερεῖ μοι τὸν νοῦν ἡ νόσος.