Ancient Greek
Chapter 240
Libanius, Oratio I 240
Not analysed yet
ὧν εἷς τις ἐν τῷ δικαστηρίῳ καὶ ἐμὸν ὑπογραφέα κεκοινωνηκέναι τῆς ἀκοῆς ἔφασκεν, ὁ δὲ ἄρα ἐτεθνήκει, καὶ τοῦτο ἀκούσας ὁ δικαστὴς ἐξέβαλε τὸν λόγον. πάλιν ἐν τούτῳ τὶ θανάτῳ βασάνου μὲν ἐκεῖνος, ἐγὼ δὲ ὁδοῦ τε καὶ θορύβων καὶ πόνων οὐ φορητῶν ἀφείθην. ὁ γὰρ δὴ ἐπὶ τεθνεῶτα ἥκων τίς ἂν ἦν ζῶντος; ἔλεγε δὲ ταῦτα οὐχ ὡς τὸν νεκρὸν παραδώσων τοῖς νόμοις, ἀλλ’, οἶμαι, τι προσεδόκησε, τοῖς οὐ μετ’ αὐτοῦ δεδεμένοις τοῦ μὴ δεδέσθαι φθονῶν. τύχης τοίνυν ἀγαθῆς τὸ μὴ κακω- θῆναι συκοφαντίας ὀδοῦσιν, ἀλλὰ τοῖς ἡδίστοις τε καμάτοις καὶ εἰωθόσιν ἀντὶ τῶν οὐκ εἰωθότων διὰ τοῦδε ἐλθεῖν τοῦ χρόνου. 241. Ἐκείνῳ μὲν δὴ τῷ χειμῶνι πέρας ἐπιεικέστε- ρον ἐπέθηκε βασιλεύς, οἷον οὐκ ἂν ἕτερον, ἐμοὶ δοκεῖν. θανάτῳ μὲν γὰρ οὐδένα, φυγῇ δὲ δύο, πληγαῖς δὲ οὐ |πολλαῖς ἐποίησε τοὺς ἄλλους βελτίονας, ἐμοὶ δὲ γίγνεταί τις ἑτέρωθεν ταραχὴ τῆς ἐν τῷ διδασκαλείῳ νεότητος οὐ πάσης ἐν τῇ τάξει μενούσης, ἀλλ’ ἐν σω- φρονοῦντι τῷ πλείονι μοίρας τινὸς θρασυνομένης, τῷ λυπεῖν φιλοτιμουμένης, ἐνδεικνυμένης, ὡς εἰ ἐθελήσουσι, καὶ πλέον τι δράσουσιν.