Ancient Greek
Chapter 245
Libanius, Oratio I 245
Not analysed yet
ἐν τούτοις δὲ ὄντι μοι γίνεται ὄναρ τοιόνδε· ἐδόκουν μοί τινες θύσαντες δύο παῖδε τοῖν νεκροῖν τὸν ἕτερον θεῖναι ἐν ἱερῷ Δῖός ὄπισθεν τῆς θύρας, ἀγανακτοῦντος δέ μου τῇ τοῦ Δῖός ὕβρει φάναι τινὰς μέχρι τῆς ἐσπέρας τοῦθ’ οὕτως ἕξειν, ἡκούσης δὲ δο- θήσεσθαι τάφῳ. φάρμακα δὲ καὶ μαγγανεύματα καὶ πόλεμον ἀπὸ γοήτων ἀνδρῶν ταῦτα ἐδόκει δηλοῦν.