Ancient Greek · ~3 min
Chapter 246
Libanius, Oratio I 246
Not analysed yet
καὶ εἵπετο δὲ τὸ ἔργον, φόβοι τε ἐκεῖνοι καὶ πλὴν τελευτῆς οὐδενὸς ἐπιθυμία. ἀλλὰ περὶ τούτου λόγοι τε πρὸς τοὺς ἀεὶ παρόντας εὐχαί τε πρὸς θεούς. ἐχθρὸς μὲν ὁ λουτροῦ μεμνημένος, ἐχθρὸς δὲ ὁ δείπνου, καὶ φυγὴ μὲν ἀπὸ βιβλίων ἐν οἷς οἱ τῶν ἀρχαίων πόνοι, φυγὴ δὲ ἀπὸ γραφῆς τε καὶ ποιήσεως λόγων, κατελέλυτο δὲ τὸ λέγειν, καὶ ταῦτα τῶν νέων βοαῖς τοῦτο ἀπαιτούντων. ὁπότε γὰρ δὴ πρὸς αὐτὸ γιγνοίμην, ἀπεφερόμην, ὥσπερ ἀκάτιον ἐναντίῳ πνεύ- ματι, καὶ οἱ μὲν εἶχον ἀκροάσεως ἐλπίδας, ἐγὼ δ’ αὖ ἐσίγων. ἰατροὶ δὲ τὴν τούτων ἴασιν ἄλλοθι ζητεῖν ἐκέλευον, ὡς οὐκ ὄντων σφίσι τῶν τοιούτων ἐν τῇ τέχνῃ φαρμάκων. |