Ancient Greek · ~1 min
Chapter 247
Libanius, Oratio I 247
Not analysed yet
ἐδόκει δὲ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἀπὸ τοῦ αὐτοῦ καὶ τὸ δίς, ὃ μήπω πρότερον, νοσῆσαί μοι τὰ ἄρθρα, χειμῶνός τε καὶ θέρους, δοῦναί τε τοῖς ἐπισκοπουμένοις ἀεὶ λέγειν, ὡς τῆς ἐπιούσης οἰχήσομαι. ταῖς δὲ δὴ ἄλλαις πόλεσι καὶ ἐδόκουν τε- θνάναι, καὶ τὰς πολλὰς δὴ ἠρώτων πρεσβείας, εἰ τοῦτο ὧδε ἔχοι.