Ancient Greek · ~4 min
Chapter 250
Libanius, Oratio I 250
Not analysed yet
ἀλλ’ ὅμως οὐδ’ ἐπὶ τηλικούτοις τοῖς ἀποκεκαλυμμένοις ὄνομά τινος ὑπῆγον τῷ φανέντι, δέος μέντοι μοι ἐδόκει τοὺς αὑτοῖς τι συνειδότας |εἰσελθεῖν καὶ τοὺς μὲν ὑφεῖναι τῆς συνεχείας, ἐμοὶ δὲ αὖθις ἐγγενέσθαι κινεῖσθαι. τύχης τοίνυν ρας ἃ κατωρώρυκτο κεῖσθαι ὑπὲρ γῆν τοῖς βουλο- μένοις ὁρᾶν. 251. Ἡκεν ἐπὶ τούτοις ἄρχων, ἥκιστα τὸν αὑτοῦ πάππον ἐν τοῖς πρὸς ἐμὲ μιμούμενος. ὁ μὲν γὰρ οὐκ. ἐπαύσατο τιμῶν, οἷα ἀνὴρ ἐπιστάμενος λέγειν, ὁ δὲ οὐκ ἐβουλήθη με εἰδέναι, ἐν αἰτήσει τε χάριτος δικαίας τε καὶ οὐ μεγάλης ἐξελεγχθεὶς ἀνόητός τε εἶναι κῶν. καὶ τῶν μὲν ματαίων ἐπιμελῶς, τῶν δὲ καίων ἀμελῶς εἴχετο, |διαμένων ἡμετέρων ἄγευστος λόγων · οὐ γάρ μοι τοῦδε τοῦ γέρως ἄξιος ἐφαίνετο. μία μὲν ἥδε δίκη, ἑτέρα δὲ πρὸς τὰ τέρματα τῆς ἀρ- χῆς, ὑπάρχου πέμποντος ἥκων έν ἐρημίᾳ τε καθῆστο καὶ ἡλίῳ φλέγοντι διψῶν τε ἀεὶ καὶ πίνων.