Ancient Greek
Chapter 252
Libanius, Oratio I 252
Not analysed yet
ἕτερος ἄρχων, ἐφ’ οὗ τὰ δεινότατα πολέμῳ πονηρῶν δαιμόνων δόξαντα κεκινῆσθαι, λίθοι τε ἐπὶ τοὺς ἐν ταῖς γρα- φαῖς βασιλέας ἐκ χειρῶν ἐρχόμενοι, καὶ ἦν πολὺς ὁ ψόφος, χαλκαῖ τε εἰκόνες διὰ γῆς ἑλκόμεναι ῥήματά τε ἐπὶ τοὺς τῶν ὅλων κυρίους πικρότερα παντὸς ἀφιέμενα λίθου· δι’ ἃ πολλαὶ δὴ μεταναστάσεις, ὡς οὐκ ὄν μένοντι σωθῆναι, καὶ ὁ φεύγων τὸν οὐ φεύ- γοντα ἐθρήνει. ἐν μὲν οὖν ταῖς ἐλπίσι κατασκαφαί, τὸ δὲ ἐλπίδος ἔξω σωτηρία.