Ancient Greek
Chapter 254
Libanius, Oratio I 254
Not analysed yet
θέατρα δὲ ἡμῖν, οὐχ οἷα πρότερον, ἄρχων τε καὶ οὓς τότε συνῆγε πολλοὺς ἀπὸ πολλῶν τῶν ἐθνῶν. τὸ δὲ αἴτιον, ἐν μὲν τῷ δουλείαν ἐνεώρων, τὸ δ’ εἶχεν ἐλευθερίαν, καὶ τὸ μὲν φίλους, τὸ δὲ καὶ οὐ |φίλους, ζημίαν τῷ λέγοντι.