Ancient Greek · ~2 min
Chapter 255
Libanius, Oratio I 255
Not analysed yet
ἄλλος δέ τις ἀντὶ τοῦ οὐκ εἰδότος θεούς, εἰδὼς οὐδ’ αὐτὸς θεούς, παραλαβὼν τὴν ἀρχὴν τρυφῇ μὲν εἰς σάρκας ἐπιδούς, οἷα ἐκ πολλῆς οὐσίας, (ἡ δὲ ἀδικίας ἔργον ἦν,) τοῦδε ἀνοητότερος, ἀκούσας μὴ χείρω ποιεῖν τὴν Δάφνην μηδὲ ἐπιφέρειν κυπαρίττοις σίδηρον ἐχθρός τε ἦν καὶ ἐπειρᾶτο τἀμὰ καθελεῖν, πρῶτα μὲν Ἰταλῶν φωνῇ, μετὰ ταῦτα δὲ καὶ Ἑλλάδι, καί τινα ἀσθενέ- στατον, ὡς δὴ ἰσχυρότατον, ἀποδύσας ἐκέλευε θεῖν.