Ancient Greek · ~2 min
Chapter 256
Libanius, Oratio I 256
Not analysed yet
ὁ δὲ ἄρα ἐπεπέδητο καὶ ἦν ἄφωνος εὐθὺς ἐν προοιμίοις, κερδαίνων μὲν ἐν τῇ σιωπῇ, κινεῖν δὲ ὅμως γλῶτταν ἀποθανοῦσαν πειρώμενος. ἡ δὲ ἔκειτο, καὶ |ἀχλὺς ἐν ἑκατέρου τοῖς ὄμμασι, τοῦ μὲν ἀπιόν- τος, τοῦ δὲ καθημένου. ταύτης τῆς δίκης οὐδ’ ἂν τὴν διὰ θανάτου προτέραν ἐποιησάμην. 257. Περὶ δὲ τοὺς χρόνους τούτους ὑποψία μέν τις ἄδικος τῶν τινα ἐμοὶ πεπλησιακότων ἐξέμηνεν ἐπ’ ἐμέ, καὶ προσπεσὼν ὕβριζε μόνον-οὐχ ἕλκων τὸν ἐξ ἐμοῦ. διέφυγον δὲ αὐτὸν οὐδὲ ἐγὼ καὶ ταῦτα ἀπὼν) λέγοντά γε ἀδικεῖν με τῇ ἀτελείᾳ τὴν βουλήν, ἥ μοι μετὰ συχνῶν ὑπῆρχε παρὰ τοῦ νόμου.