Ancient Greek
Chapter 279
Libanius, Oratio I 279
Not analysed yet
ὁ δ’ ἄρα ἦν ἐν Θρᾴκῃ τε καὶ Θρᾴκης πόλει τῇ τῶν ἄλλων πόλεων τρυφώσῃ τοῖς ἱδρῶσι. κατηγόρουν δὲ τῆς ὁδοῦ καὶ προδεδομένης ὕθλῳ φιλίας ὕβρεων τε κατακλυζομένης |ῥεύματι. πονηρᾶς μὲν καὶ ταῦτα δὲ τύχης ἔργα, ἐπειδὴ τῆς ἀπήνης ἐξέπεσεν, περὶ τὸν πόδα ζημία, χρηστῆς δὲ καὶ βελτίονος οἰκία τε τῶν Κιλίκων ἀδελφῶν ἀνεῳγμένη τῷ πάθει πλῆθός τε ἰατρῶν ἐκείνων εἰσαγόντων) περί [ετ] τὴν καθημένων οὐκ ἐώντων τι ποθεῖν εἰς ἴασιν λόγων τε ἑστιάματα.