Ancient Greek · ~2 min
Chapter 280
Libanius, Oratio I 280
Not analysed yet
ἐμοὶ δὲ ἀκούοντι ταῦτα καὶ μετὰ ταῦτα ὁρῶντι δεῦρο κεκομισμένον περιειστήκει μὲν ὁ τῆς τοῦδε μητρὸς θάνατος, περιειστήκει |δὲ τὸ μηδὲ ἐπὶ κλίνης τὸ γένος ἐξεῖναι ἀπ’ ἐκείνης κινεῖσθαι† πόδες τε καὶ χεῖρες, εἶπέρ ποτε, ἀπειρήκεσαν. θεῶν δὲ δω- ρεαί, λόγων ἔμενον ἐν τῷ στόματι τύποι, ὁποῖοι πρό- τερον, καὶ τοῦτ’ ἦν τὸ μὴ παρασχὸν τοῖς πολεμίοις λαμπρῶς ἤδη παιανίζειν. θεάτροις μὲν οὐκ ἦν χρῆσθαι, ὅ δὲ πρὸς τοὺς ἐν τῷ μανθάνειν, ἐπληροῦτο κατὰ τὸν νόμον.