Ancient Greek · ~2 min
Chapter 282
Libanius, Oratio I 282
Not analysed yet
ἄρχουσι δὲ οὐ μάλα συνεγενόμην, τὸν μὲν ὁρῶν ὄντα κάπηλον καὶ οὐδὲν ὅ τι οὐ πωλοῦντα, τὸν δὲ ἀναπετάσαντα τὴν καταγωγὴν καὶ περιφόβους οἷς ἦσαν δίκαι ποιοῦντα, τοῦ δὲ ἁμαρτάνων τὸν Μούσαις ποιητὸν ἐν λόγῳ καὶ τὸν διὰ τῆς γαστρὸς οὐσίαν ὡς πλείστην ἀνηλωκότα, ζῶντα δὲ ἐν λύσσῃ τῇ κατ’ ἐμοῦ ἐλέγχων |ἀπήλασεν, ὥστε ἐκεῖνον ταπεινωθέντα μηκέτ’ εἶναι ἐν τοσαύτῃ μανίᾳ. κἀν τοῖς ἐπαίνοις τοῖς εἰς τὸν Ἴβηρα τοῦτο ὡς μέγιστον ἥδετο αὐτός τε αὐτῷ συγχαίρειν ἔφασκε τούτων δὴ τῶν πρὸς ἐμὲ, καὶ ταῦτα αὐτῷ τῆς τραπέζης ἐντεῦθεν οὐδὲν ἐπιδούσης παρ’ ἄλλων τοῦτο ἐχούσης.