Ancient Greek
Chapter 283
Libanius, Oratio I 283
Not analysed yet
ἔστω δὴ καὶ τοῦτο τῆς ἀγαθῆς τύχης, ἔστω δὲ κἀκεῖνο τῆς αὐτῆς. καίτοι με πρὸς τὸ μέγεθος τοῦ δοθέντος ὄκνος ἔχει τὸν λόγον. ἀλλ’ ὅμως, ὡς μὴ ἀδικοῖμεν τῇ σιωπῇ τὴν δοῦσαν, τολμητέον εἰπεῖν. κατηφείας γὰρ κατεχούσης τοὺς φίλους ἐνθυμουμένους τῆς παροινίας τῆς περὶ τὸν Κίμωνα, καθ’ ἣν αὐτοῦ τοῖν χεροῖν ἡρπάσθη τὸ γραμμάτιον, ὃ αὐτὸν ἐφίστη τῇ Κύπρῳ, ἐλθὼν οὖν τε καὶ αὐτός, τῶν δείων εἰδὼς τήν τε ἀχθηδόνα καὶ ὅθεν ἔφυ, ἀλλ’ ὦ ἄν- δρες ἄριστοι, λήξατε, ἔφην, τῆς λύπης, ἔχοντες ὃ παύειν πέφυκε λύπην. τοῦτο δέ ἐστι δίκη, ἣν μείζω ποιεῖ τὸ διὰ τῶν θεῶν |αὐτῆς τυγχάνειν τὸν πε- πονθότα.