Ancient Greek · ~1 min
Chapter 29
Libanius, Oratio I 29
Not analysed yet
τουτὶ μέν με ἐπὶ τὸ ζεῦγος ἀνεβίβαζεν, Ἑρμοῦ δὲ 1 1 εὐνοίᾳ καὶ Μουσῶν ἀπὸ Πλαταιῶν ἀρξάμενοι χρῆ- σθαι οἶς εἴχομεν ἐπαινούμενοί τε καὶ μακαριζόμενοι τῶν τε Ἀθηνῶν εὐεργέται προσαγορευόμενοι διὰ παν- τὸς ἐχωροῦμεν ἄστεος, καὶ οὐδὲ ὅστις εἰώθει τοῖς διὰ Μακεδονίας Ἰοῦσιν ἐπιτιθέμενος ἐκταράττειν ἀνὴρ κεδὼν ἐτάραξεν· ἐπέθετο μὲν γάρ, ἀπῆλθε δὲ ὃ ποιεῖν εἰώθει, πεπονθώς.