Ancient Greek
Chapter 30
Libanius, Oratio I 30
Not analysed yet
τούτων οὐδὲν φαυλότερα τἀν τῇ Κωνσταντινου|πόλει πολλῶν ἁπανταχόθεν παιδείᾳ διαφερόντων ἐκεῖσε μετοικούντων, οἳ ἐπῄνουν τε ἡμᾶς καὶ ἐπῃνοῦντο. διαβάντες δὲ τοῦ Πόντου τὸν αὐχένα, καθ’ ὂν πάλαι ποτὲ τὴν Ἱὼ λόγος ἐν εἴδει βοός, ἐλ- θόντες τε διὰ Χαλκηδόνος διά τε Ἀστακίας τρίτης τε ἑτέρας πόλεως μικρᾶς μὲν ἐκ μεγάλης τῆς πρίν, ἐχού- σης δέ τι παντὸς μεγέθους μεῖζον, γέροντα γλώττης ἡδονῇ τῷ Νέστορι παρισούμενον καὶ αὐτὸ δὴ τοῦτο διὰ τοῦτο καλούμενον μᾶλλον ἢ ὅπερ ὁ πατήρ τε αὐτῷ καὶ ἡ μήτηρ ἔθεντο, ἐνταῦθα ξενίων τυχών, τοῦ Κρι- σπίνου δὲ ἄρα κηδεστὴς οὗτός ἤη ἔρχομαί τε εἰς τὴν Ἡρακλέους, ἣν ἔκτισεν ἐκεῖνος τοῦ τῶν κάτω θεῶν κρατήσας κυνός, |καὶ τὴν ἀνάβασιν εἶδον.