Ancient Greek · ~2 min
Chapter 34
Libanius, Oratio I 34
Not analysed yet
τούτου δὴ τοῦ νέων τε ἐπιστατεῖν #x003E; ἐν τοσούτοις ἔθνεσι καὶ τῆς τῶν λόγων ἀπεργασίας οὐκ ὀλίγων δημιουργηθέντων καὶ ὅλως ὧν τοῦ νῦν ἀπολέλαυκα σχήματος ἒν ἐκεῖνο αἰτιατέον, τὴν τῷ φίλῳ μὲν ἐν κοινωνίᾳ τῆς ἐξόδου δεδομένην χάριν, τὸν ἐμὸν δὲ πρὸς τοὺς ἔξω τόπους ἀφελοῦ- σαν φόβον. εἰ γὰρ αὖ μὴ τότε με ἐξήγαγεν ὁ δαί- μων, ἐκράτει ἂν τὸ ἀεὶ δεῖν μένειν.