Ancient Greek · ~2 min
Chapter 33
Libanius, Oratio I 33
Not analysed yet
ἔπλεον δὲ μένειν ὑποσχόμενος οὐ ψεύστης οὐδ’ ἀπατεών τις ὤν οὐδὲ τῷ παρακρούεσθαι τερπόμενος, ἀλλὰ ὅρκον ἐμπεδῶν, ἐφ’ ᾧ τὴν Ἀθήνηθεν ἐπεποιήμην ἔξοδον, ἐπάνοδον ἔχοντα· οὔκουν ἐδόκει μοι χρηστὸν ἔσεσθαι τῇ ἐπιτηδεύσει προοίμιον ἡ ἐπιορκία. διὰ ταῦτα ἔπλεον. ἐλθὼν δὴ καὶ οὐκ ἐπιορκήσας ἐπ’ ματος δικύκλου χειμῶνος ἀρχομένου τῶν τῆς ὥρας ἀνεχόμενος ἀνιαρῶν ἤλαυνον, ὅπως αὖθις λόγῳ |προσ- θείην ἔργον.