Ancient Greek
Chapter 36
Libanius, Oratio I 36
Not analysed yet
ἦν δέ τις αὐτόθι Διονύ- σιος, ἀνὴρ Σικελιώτης, οὕτω μέγας τε καὶ δυνατὸς ἔκ τε τῶν ἐν δίκαις ἄθλων ἔκ τε τῶν ἐν ἀρχαῖς ἐπαίνων ἔκ τε φιλοξενίας ἔκ τε τοῦ ῥᾳδίως τὸν λυποῦντα ἐπι- κλύζειν, ὥστε ἐλυσιτέλει τῷ τὴν ἀρχὴν ἔχοντι χρῆσθαι Διονυσίῳ. οὗτος ὧν τε εἴην, εἰδώς, ἡνίκα ἐπετρόπευε Σύρους, τῷ τε Νικοκλεῖ τούτῳ τῶν πρὸς ἐμὲ πρότερον συνεφαψάμενος λόγων ἔκειτο τηνικαῦτα ἀσθενῶν, ᾧ δὴ μάλιστα ἐβλαπτόμην. ἐπεὶ δὲ ῥαί· σας τὸν ἅπαντα ἤκουσε λόγον καὶ ὡς χειμαζοίμην, δυοῖν γὰρ ἕνα οὐκ εἶναι κρατεῖν, οὐδὲ γὰρ τὸν Ἡρακλέα τὴν παροιμίαν λέγειν, ἑαυτῷ τοῦτ’ ἔφη μελήσειν, μὴ χρῆναι δὲ ἀθυ- μεῖν ἐμέ, καὶ τὸ τοῦ Πλάτωνος προσέθηκεν, ὡς ὑπ’ ἀνδρῶν οὐκ ἄν ποτε τρόπαιον ἀθυμούντων σταθείη.