Ancient Greek · ~3 min
Chapter 37
Libanius, Oratio I 37
Not analysed yet
Τρεπόμεθα δὴ πρὸς τὰ ἀγωνίσματα, καὶ ἔδει μὲν ἕτερον τὸν ταῦτα διηγούμενον εἶναι, |περὶ ἑτέρου γὰρ ἂν ἕτερος ἀποκεκαλυμμένως διῄει, λόγοι τε ὁπόσοι παρ’ ἑκάστου καὶ οἵτινες τὰς μορφάς, νικῶντάς τε καὶ νικωμένους, ὅστις τε ὁ τὴν πόλιν ἐφειλκυσμένος, καὶ ὡς οὐδὲν ἐλάττωμα εἰς τὸν στέφανον τὸ μὴ τῶν βα- σιλέως ἐσθίειν. τοῖς μὲν οὖν ἡ τροφὴ παρ’ ἐκείνου πολλή, πατέρες δὲ ἡμᾶς τῶν φοιτητῶν ἔβοσκον ἄλλοι ἄλλους παρακαλοῦντες, καὶ ἐν οὐ πολλαῖς ἡμέραις ὑπὲρ τοὺς ὀγδοήκοντα ὁ χορὸς ἐπιρροῇ τε τῶν ἔξωθεν καὶ ταῖς τῶν ἔνδον ἀποστάσεσιν, οἵ τε ἐπτοημένοι περὶ τὰς τῶν ἵππων ἁμίλλας καὶ τὰ τῆς σκηνῆς θεάματα πρὸς τὰς ὑπὲρ τῶν λόγων μετερρυήκεσαν σπουδὰς δόγματά τε ἐγράφετο παρὰ τοῦ κρατοῦντος ἐπαγγέλ- λοντα τὴν ἐμὴν αὐτοῦ μονήν. ἦν γὰρ δὴ δέος, μὴ ἐν ἐξουσίᾳ τοῦ ἀπαίρειν ὢν μνησθείην τῆς ἐμαυτοῦ.