Ancient Greek · ~2 min
Chapter 42
Libanius, Oratio I 42
Not analysed yet
δευτέρῳ δὴ τούτῳ τρώσας αὑτὸν λόγῳ λόγον ἐμὸν ἕτερον φανῆναι διακωλύει τὸν ἄρχοντα πείσας οἱ χαρίσασθαι τὸ μὴ ἀφικέσθαι μοι. ἦν δὲ ἐκεῖνος οἷος καὶ πεισθῆναί τῳ. τῆς τοίνυν πόλεως τοσούτῳ μειζόνως τἀμὰ ἑλομένης, ὅσῳπερ μᾶλλον ἐώρα τῶν δικαίων ἀποστερούμενον, εἶδεν ὁ γενναῖος ἐκεῖνος καὶ πρὸς τῷ Νικοστράτῳ τοῦ Ἰσοκράτους καταφρονῶν, ὅτι λόγοις μὲν οὐκ ἂν ἔτι παρέλθοι λόγους οὐ μᾶλλόν γε ἢ ποσὶ πόδας τοὺς ἐμοὺς |τοῖς ἑαυτοῦ, μία δὲ ἀπαλλαγὴ κυρία, εἰ μηκέτ’ εἴην.