Ancient Greek · ~2 min
Chapter 41
Libanius, Oratio I 41
Not analysed yet
ἡττημένος δὴ τοῦτο οὐδ᾿ ἂν θεοῦ προειπόντος ἐλπίσας ἧκεν ἀναμαχούμενος τὴν ἥτταν τῷ τὸ πολὺ χρυσίον αὐτῷ πεποιηκότι λόγῳ, καὶ διεξιόντος αὐτοῦ κίονας δὴ τινας καὶ κιγκλίδας ὁδούς τε ὑπ’ ἀλλήλων τεμνο- μένας ἐμπιπτούσας <τε> οὐκ οἶδ’ ὅποι, βλέποντες ἀλλήλους οἱ καθήμενοι, συνεῖναι αὐτὸς ἕκαστος οὐκ ἔχων, νεύμασι τοὺς ἀφεστηκότας ἠρώτων, εἰ τὸ αὐτὸ πάθοιεν, καὶ ταὐτὸ τοῦτο τοῖς ἄλλοις ἐγὼ παθὼν 15 σαφηνείας δόξαν οἷς ἐθορύβουν ἐπειρώμην περιάπτειν τῷ λόγῳ χαριζόμενος |τῇ φάλαγγι.