Ancient Greek · ~2 min
Chapter 44
Libanius, Oratio I 44
Not analysed yet
γνοὺς δέ, ὡς μόνος μὲν ὑλακτῶν οὐδὲν περαίνοι, δέοι δὲ αὐτῷ καὶ συμμορίας, εὑ- ρίσκει πόνου χωρὶς τοὺς συλληψομένους πρὸς τοῖς σοφισταῖς τοὺς ἀμφὶ τοὺς ποιητάς. ἐποίει δὲ αὐτῷ τοὺς συνεργοὺς λύπη τε καὶ φόβος καὶ φθόνος· τοὺς μὲν σοφιστὰς πάντα, τοὺς ἄλλους δὲ τὸ φθονεῖν. χρῶνται δὴ καιρῷ τῇ τοῦ δήμου μανίᾳ, ἣν ὁ μὲν ἄρχων τραυματίας φεύγων τῷ Περινθίων σώζεται τεί- χεῖ, συλλαβόντες δὲ τοὺς συκοφαντουμένους |οἱ συν- ωμόται καθείρξαντες εἶχον ἀθάνατον ἔσεσθαι τὴν στάσιν οἰόμενοι.