Ancient Greek · ~2 min
Chapter 45
Libanius, Oratio I 45
Not analysed yet
ὡς δὲ οἱ μὲν ἑαυτῶν ἐγένοντο οἱ παραφρονήσαντες, ὁ δὲ ἄρχων ἐπανῆκεν, ὁ δεσμὸς δὲ ἦν παρὰ τοὺς νόμους, ὁ μέν, ὡς ἐμοί τε καὶ τοῖς νόμοις ἔμελλε βοηθήσειν αὔριον καὶ ὡς οὐ σμικρὰν λήψοιτο δίκην, παρεδήλου, τῶν δὲ ἐν τρόμῳ τε κατα- στάντων καὶ ἀλλήλους αἰτιωμένων, οἶα ἐβούλευσας, ὦ δαῖμον. περὶ μέσας νύκτας ἐξέβαλες τῆς ἀρχῆς τὸν Ἀλέξανδρον καὶ παρέδωκας ἅμα ἡμέρᾳ Λιμενίῳ τὸ ἄστυ, συνωμότῃ μὲν οὐκ ἂν φαίην, ἀνωμότῳ δὲ καὶ τὰ αὐτὰ βουλομένῳ· θεὸς μὲν γὰρ ἤθελεν εἶναι δο- κεῖν, ἐγὼ δὲ αὐτὸν οὐδὲ σπουδαῖον ἐνόμιζον ἄνθρω- πον, ᾧ γε ἦν ἡ σπουδὴ γελασθῆναι.