Ancient Greek · ~1 min
Chapter 47
Libanius, Oratio I 47
Not analysed yet
πρίων δὴ τοὺς ὀδόντας καὶ |τοῦ γε δευτέρου σώματος ἀποκρουσθεὶς ἀξιώματι πῦρ ἠπείλει τῷ κατατετμημένῳ φάσκων οὐ λήξειν πρὸ τῶν αὑτῷ φίλων ῥημάτων. καὶ ἅμα ἐμοὶ διὰ τοῦ παρέδρου παρῄνει πρὸς κέντρα μὴ λακτίζειν, ἀλλ’ ἀπελθεῖν, εἰ μὴ θανατῴην. ἔδοξέ μοι πολλῆς ἀποπληξίας εἶναι τηνάλλως ἀποθανεῖν καὶ ταῦτα ἐπὶ νίκῃ τῇ διὰ τῆς βασάνου.