Ancient Greek · ~2 min
Chapter 48
Libanius, Oratio I 48
Not analysed yet
προσπαρεκάλει δέ με καὶ τὸ χείρονος ἄμεινον ἀντιλήψεσθαι χωρίον, τὴν Νικομήδους πόλιν, λόγων τροφὸν τῆς τρυφῇ βαρυνο-. μένης. ὁ δὲ κἀκείνην ἔκλειέ μοι γράμμασιν, οὐ μὴν εἰς ἅπαν· ἧκον γὰρ ἐκεῖσε διὰ τῆς Διονύσου. Νικαίας γὰρ οἱ οἰκήτορες ἐπειδὴ ᾔσθοντο τὴν ἔξοδον, πρεσβεί- αις παρ’ ἑαυτοὺς ἐκάλουν ἅπασιν ἐπαίνοις ἐν ψηφί- σμασι χρώμενοι. προσκυνήσας δὴ τὸν Διόνυσον εἱπό- μην καὶ αὖθις ὢν ἐν νέοις τε καὶ λόγοις ψηφίσμα- σιν ἑτέροις ἐπὶ τὴν τῆς Δήμητρος ἠγόμην τοῦ τῶν Βιθυνῶν ἄρχοντος δεηθεῖσι χαριζομένου.