Ancient Greek · ~3 min
Chapter 5
Libanius, Oratio I 5
Not analysed yet
τεττάρων δή μοι τουτονὶ διελθόντων τὸν τρόπον ἐνιαυτῶν πέμπτου τε ἐπὶ τοῖς δέκα ἡπτόμην καί με εἰσήρχετο δριμύς τις ἔρως τῶν λόγων· ὥστε ἠμέληντο μὲν αἰ τῶν ἀγρῶν χάριτες, ἐπέπραντο δὲ περιστεραί, δεινὸν θρέμμα καταδουλώσασθαι νέον, ἅμιλλαι δὲ ἵππων καὶ τὰ τῆς σκηνῆς πάντα ἀπέρριπτο, καὶ ᾧ δὴ διαφερόντως ἐξέπληξα καὶ νεότητα καὶ γῆρας, ἀθέατος ἔμεινα μονομαχιῶν ἐκείνων, ἐν αἷς ἔπιπτόν τε καὶ ἐνίκων ἄνδρες, οὓς ἔφησθα ἂν μαθητὰς εἶναι τῶν ἐν Πύλαις τριακοσίων. ὁ μὲν δὴ ταῦτα λειτουρ- γῶν ἦν θεῖος ἐμὸς πρὸς μητρὸς ἐκάλει τέ με ὀψόμενον, ἐγὼ δὲ ἄρα ὑπὸ τῶν βιβλίων εἰχόμην. λόγος γε τὸν σοφιστὴν ἐκεῖνον μαντεύσασθαι περὶ ἐμοῦ πόρρωθεν, |ὅ δὴ καὶ τετέλεσται.