Ancient Greek · ~2 min
Chapter 6
Libanius, Oratio I 6
Not analysed yet
ποῦ δὴ τὴν ὀρφανίαν θήσο- μὲν; καὶ ἥδιστα μὲν ἂν ἐπεῖδον τὸν πατέρα ἐν γήρᾳ, εὖ μέντοι τοῦτό γε οἶδα, ὡς νῦν ἂν ἦν ἐν ἑτέρᾳ ἀτραπῷ βίου τοῦ πατρός μοι προβάντος εἰς πολιάν. ἀντεξετάζων δή τις τὰ νῦν [τὰ] παρόντα ἐκείνοις, λέγω φροντίσιν ἢ δίκαις ἢ καὶ νὴ Δία γε θρόνοις ἀρχῶν, οὐ χαλεπῶς ἂν καὶ οὕτω γ’ ἀνεύροι, ποτέρωσε τοῦτο τιθεὶς ὀρθῶς ἂν εἴη τεθεικώς.