Ancient Greek · ~2 min
Chapter 52
Libanius, Oratio I 52
Not analysed yet
τῶν δ’ εἴ τις ἤρετο ὁντινοῦν, ὅτῳ μεγίστῳ καλλωπίζοιτο ἡ πόλις, τὰς ἐμὰς ἦν ἐν αὐτῇ διατριβὰς ἀκοῦσαι. ἐκείνη γὰρ αὖ ἡ πρὸς τοσοῦτον ἥκουσα με- γέθους τε καὶ κάλλους τῶν τε ἄλλων ἀγαθῶν, ὅσα γῆ τε καὶ θάλασσα δίδωσιν, οὐδενὸς ἂν ἐν μνήμῃ μεγαλαυχίας πρὸ τῶν ἐμῶν ἐμνημόνευσεν, ἐπεὶ καὶ πρὸς τὴν εὐδαιμονίαν |τῆς πλησίον πόλεως τοῦτο ἀντεξῆγεν, ὡς ἡ μὲν εὐθηνοῖτο θεάτρων ἡδοναῖς, αὐτὴ δὲ φορᾷ παιδείας καὶ ὡς ἡ μὲν οὐδὲ φυλάξαι παρὸν εἰδείη καλόν, αὐτὴ δὲ καὶ ἀπὸν κτήσασθαι.