Ancient Greek · ~4 min
Chapter 50
Libanius, Oratio I 50
Not analysed yet
ἐδεδίειν μὲν οὖν, μή με ἐντυχὼν δάκῃ, φυλαξάμενος δὲ λέγων σι- γῶντα ἐτρεψάμην μὲν οὐδὲ πρότερον ταχύν, ὀργῇ δὲ βραδύτερος ἐγεγόνει. τῷ δὲ ἄρα κρεῖττον ἦν, ἐπειδὴ ἀφικόμην, σιγᾶν ἢ λέγειν οὐχ ὡς οὐ καλὰ ὑφαίνοντι, δεῖ γὰρ τό γε ἀληθὲς τιμᾶν, ἀλλ’ αὑτῷ φόβους τινὰς ἐντεκών, ὡς δὴ γοητεύοιτο, τοῖς δόγμασι τὴν μνήμην ἐξέπληττε καὶ ἀπῄει πᾶν μὲν δρῶν, πᾶν δὲ φθεγγόμενος, ὥστε ὑπ’ ἀλλήλοις κρύπτεσθαι τῶν διαλυθέντων πολλούς, μὴ ζέων ἔτι προσπεσών τῳ διασπάσαι. 51. |Τοῦτον ἐγὼ τὸν χρόνον, ἔστι δὲ ἔτη πέντε, τοῦ παντὸς ὅν βεβίωκα, ταυτὶ δὲ σχεδὸν ἐξήκοντα, ἔαρ ἢ ἄνθος προσειπὼν οὐδ’ ἂν οὕτως εἴην συμμέτρως προσειρηκώς· ἔχω μὲν γὰρ καὶ ἕτερα πέντε καὶ πάλιν ἕτερα τοσαῦτα ἐπαινέσαι, τὸ νικᾶν δὲ τούτων ἐστὶ τῶν ὑπὸ τῇ Δήμητρι, νικώντων τοῖς ἅπασιν, ὑγιείᾳ σώματος, εὐθυμίᾳ ψυχῆς, ἐπιδείξεων πυκνότητι, τοῖς ἐν ἑκάστῃ πηδήμασιν, ὁρμαθοῖς νέων, ἐπιδόσει νέων, νυκτερινοῖς πόνοις, μεθημερινοῖς ἱδρῶσι, τιμαῖς, εὐνοίᾳ, φίλτρῳ.