Ancient Greek · ~1 min
Chapter 57
Libanius, Oratio I 57
Not analysed yet
ὧν εἰ τὴν Ἀρι· σταινέτου |φαίην ὑπερφέρειν φιλίαν, οὐδένα ἂν νεμεσῆσαί μοι δοκῶ τῶν τιθεμένων δευτέρων· ᾦ μοι καὶ ἡ μήτηρ καὶ εἴ τῳ ἄλλῳ λύπην ἐνεποίουν ἀπών, εἰκότως ἂν ἐγκαλοῖ. ἐκεῖνος γὰρ δὴ καὶ τὰ τοῦ ’κείνου τρόπου φάρμακα τῶν γλυκέων τούτων ἐφάνη γλυκύτερα.