Ancient Greek · ~2 min
Chapter 58
Libanius, Oratio I 58
Not analysed yet
Καίτοι τίς φιλομήτωρ μᾶλλον ἐμοῦ; τεκμηρίῳ δὲ μεγάλῳ τοῦτο ἀποδεικνύσθω. γῆν οὖσάν μοι πατρῴαν ἀπέδοτο, ὁ δὲ ἐωνημένος ἐπ’ Ἰταλίας πορευόμενος δείσας, μὴ παρακαλέσας ὕστερον τὴν συμμαχίαν τῶν νόμων ἢ ζώσης τῆς μητρὸς ἢ οἰχομένης ἐπιστρατεύσω τῇ πράσει, λύειν ἤδη ταύτην ἢ βεβαιοῦν ἐδεῖτο. ἠρόμην οὖν, εἰ αὐτὸς ἐν τοῖς πεπραμένοις εἴην, ὡς οὐδὲ τούτῳ μαχούμενος· καὶ ὃς τὸ βιβλίον προὔτεινεν, ὡς προσλάβοι ταυτησὶ τῆς χειρὸς γράμματα, καὶ ἡ μὲν ἔγραφεν, ὁ δὲ οἷς ἐώρα διηπίστει.