Ancient Greek
Chapter 69
Libanius, Oratio I 69
Not analysed yet
καὶ αὐτίκα ὁ δικαστὴς ἐξῄει, καὶ φαιδροὺς ἑωρῶμεν τοὺς φίλους ὡς δὴ ἐπ’ ἀγαθῷ τῳ, τουτὶ δὲ ὅ,τι τε ἦν ὅτῳ τε τρόπῳ συμβάν, εἰδέναι οὐκ ἦν, πρὶν δή τις τῶν ἡμῖν εὔνων πόρρωθεν ἐσήμηνε τῇ χειρὶ τὸν πολέμιον πεφευγέναι, τῷ δικαστῇ γὰρ ἀγάγκην ἐξαίφνης τῆς τοῦ νόμου φυλακῆς ἐπιπε- σεῖν· ἐγνωκότι γὰρ ἐπὶ πρόδηλον εἰσάγειν σφαγὴν ἥκειν τινὰ ἄγγελον τῆς |Φιλίππου κινήσεως καὶ δεῖν ἤδη θεῖν καὶ δέχεσθαι τοῖς ὅροις τὴν βλοσυρὰν ἀρχήν. · καὶ τὸν δείσαντα εἰπεῖν ἀπολωλέναι τὸν καιρὸν τῇ χάριτι καὶ εἶναι τοῦ νόμου τὸ κράτος, δεῖν οὖν ἢ γραφὴν ἀπενεγκεῖν ἢ μὴ ἀγανακτεῖν ὑπὸ ἀνάγκης νι- κώμενον. διὰ ταῦτα ἐκεῖνον μεμνῆσθαι τῆς βαφῆς ὡς δὴ μεταπεπεισμένου.