Ancient Greek · ~2 min
Chapter 68
Libanius, Oratio I 68
Not analysed yet
ἦν δὲ ἄρα κἀκεῖνο Ἡρακλέους τὸ ἔργον, ὃς καὶ ἡμῖν τὸ νέφος ἀπέωσεν· ᾖδον μὲν γὰρ ἀλεκτρυόνες καὶ ἐκήρυττον οἱ κήρυκες, ἐκρούετο δὲ ἡ θύρα καὶ ὅτῳ μέλει τῶν τοιούτων ἐβόα καταβαίνειν. ἐκαθήμεθ’ οὖν ἐν μυροπωλείῳ |τινὶ τὸν καιρὸν ἀνα- μένοντες Ἄλκιμός τε καὶ ἐγώ τὸν Ἄλκιμον τοῦτον θεοῦ τινος ἔγωγε παῖδα ἡγοῦμαι γεγονέναι, μὴ γὰρ ἂν ἐξ ἀνδρὸς φῦναι τοιοῦτον). σμικρὸν δὴ πρὸ μεσημ- βρίας οὐδενὶ κόσμῳ κεκραγὼς ὁ συκοφάντης ἔστειχεν ἡμιμανὴς κεκρατῆσθαι τῇ βαφῇ καὶ Φιλάγριον λέγων, ἡμῖν γε οὐ συνετὰ λέγων.