Ancient Greek
Chapter 71
Libanius, Oratio I 71
Not analysed yet
νεύω καὶ ὑπισχνοῦμαι, καὶ ἦμεν ἐν τῇ Νικομήδους καὶ εἰσῆγον τὴν ἐπίδειξιν. ἔπειτα ἧκέ ποθεν, ὥσπερ πνεῦμα, ὁ συκοφάντης ἄγων τὸν ὑπόπτην ἐκεῖνον καὶ ἔφασκε δεῖν τὸν ἐκείνου φθάσαι λόγον, πρὶν ὑπὸ κρότου πολλοῦ καταληφθῆναι τὸν δικαστήν. ὁ μὲν οὖν ἤσχαλλεν, ἐγὼ δὲ συνεχώρουν. ὁ δὲ εἰσελ- θῶν ἦν αὐτὸς καίτοι γε λέγων ἐν πεντεκαίδεκα ἀνθρώ- ποις αὐτὸς δεηθεὶς τὴν ἐμὴν ἀπεῖναι |μερίδα. ὡς γὰρ εἶδε τὸ στάδιον, ἰλιγγιάσας ἐξενήνεκτο τῆς μνήμης καὶ ἐβόα μηδὲ τότε πεπαῦσθαι τὸν γόητα ἐμέ· του δὲ ἀναγνῶναι κελεύσαντος, εἰσελθεῖν γὰρ λόγον, οὐ μνή- μὴν κρινῶν, οὐδὲ τοὺς ὀφθαλμοὺς ἔφη δύνασθαι τὸ αὑτῶν ὑπὸ τοῦ αὐτοῦ ποιεῖν. ἀλλ’ ὁ δεῖνα λαβὼν ἀναγνώσεται, δείξας τῶν ῥητόρων τὸν ἄριστον. ὁ δὲ ὡς τοῦτο ἤκουσε, ῥίψας τὸ βιβλίον ἀπῄει πιμπλὰς τὴν ἀγορὰν ἀνοήτων ῥημάτων.