Ancient Greek · ~7 min
Chapter 72
Libanius, Oratio I 72
Not analysed yet
τῆς δὲ ὑστεραίας ὁ μὲν ὄχλος ἐν τῷ βουλευτηρίῳ, τοῦ δὲ ἐγγὺς ἐγὼ τὴν φω- νὴν ἀνακινῶν τε καὶ ἀποπειρώμενος, ὁ δὲ ἄρχων περὶ ἔξοδον, ὁ δὲ αἴσχιστα ἀπηλλαχὼς ἐκεῖνος ἐξ ἀκροπόλεως ἐπὶ τὸ σῶμα τοὐμὸν ὡπλισμένος παρῆν, καὶ ἐμὲ μὲν αί θύραι ῥύονται τοῦ νεὼ τῆς Τύχης, οὗπερ καὶ ἐκαθήμην. τὸν ἄρχοντα δὲ καὶ πρὸ τῶν λόγων τῇ ’κείνου τόλμῃ κτῶμαι, καὶ σὺν |εὐνοίᾳ μὲν εἰσέρχεται, γενόμενος δὲ ἐραστὴς ἀνίσταται καὶ παρα- χρῆμα γράμμασι συγγενεῖς τε, οἱ αὐτῷ παρ’ ἄλλοις διέτριβον, φίλων τε παῖδας εἰς ἒν τοῦτο διδασκαλεῖον ἤθροιζε τῷ λόγῳ τε ὂν ἠκηκόει, συνῆν αἰτήσας τε καὶ λαβών, τῷ συκοφάντῃ τε οἵαν οὐχ ἑτέραν ὀφείλειν ἔλεγε χάριν γνῶναι δόντι ταῦτα, ἃ ἀγνοεῖν ζημία. 73. Ὧν λεγομένων τε καὶ πραττομένων φερομένης τε εἰς ἐκείνους παρ’ ὧν ἀπεληλύθειν, τῆς φήμης, οἱ οὐχ ὅτι τὰ ἄστη, ἀλλὰ καὶ τοὺς σμικροτάτους τῶν ἀγρῶν ἀβάτους ᾤοντό μοι ταῖς διαβολαῖς ἐργάζεσθαι, τίς Τέλλος, τίνες Ἀργεῖοι νεανίσκοι διὰ τῶν περὶ τὴν ἅμαξαν τῇ μητρὶ κεχαρισμένοι, τῇ σφῶν αὐτῶν τὴν ἐμὴν εὐδαιμονίαν παρῄεσαν; ὥστε μοι δοκῶ καὶ τῆς αἰτίας ἣν ἐπὶ τῇ γενέσει τούτων ᾐτιασάμην |τὴν Τύχην, ἀφήσειν τὴν θεόν, εἴπερ ἐκ τῆς βασάνου ταῦτα. οὐδὲ γὰρ Μέλανθος δήπουθεν ἠτύχει φεύγων μέλλων ἀντὶ τοῦ Μεσσήνην οἰκεῖν βασιλεύειν Ἀθηνῶν. 74. Ηὐξημένης δὴ τῆς δόξης μυρίων τε ἡμᾶς ἐπαι- νούντων στομάτων ὄντων τε τῶν καὶ τοῦτο λεγόντων, ὡς συνείην ἀνθρώποις οὓς ἐξέβαλεν ἂν κατὰ τὸν Ἀρχιλόχου φονέα τοῖς χρησμῖς ὁ Πύθιος, ἐπικειμένων τε τῶν ἔξω τῆς αἰτίας τοῖς ἐν αὐτῇ γίνονται πρὸς τὸν ὕπαρχον ἱκετεῖαι τῆς ἐμῆς ἀποδόσεως πέρι· ὡς δὲ ἀδικήσειν τοὺς ὑποδεξαμένους ἔφην καὶ ἅμα ἐδεόμην μή με αὖθις ἐμβαλεῖν εἰς ἀηδῆ σιγήν, ἀπελθὼν ὡς δὴ οὐκ ἐπαναγκάσων, |ἀνάγκῃ μεταφέρει μείζονι, βασι- λείοις γράμμασιν.