Ancient Greek · ~2 min
Chapter 76
Libanius, Oratio I 76
Not analysed yet
τὸ μὲν οὖν δεικνύναι γους οὐδὲ ὣς κατέλυσα, καὶ συνῄεσαν οἱ μὲν ἀκουσό- μενοι λόγων, οἱ πλείους δὲ θεασόμενοι κινούμενον, οἷα δὴ τὰ τῆς βουλῆς ἐκείνης ἐξ ὅπλων ἢ μουσείων τὸ πλέον. τουτὶ μὲν οὖν οὐ παντάπασιν εἶχε κακῶς, χορὸς δὲ ὂν ἦλθ· ον ἄγων, ὡς τάχιστά μοι διέρρει, τῶν μὲν ἡδοναῖς γοητευθέντων, οἷς δὲ αἰ γνῶμαι βελτίους, οὗτοι δὲ] δείσαντες, οἶμαι, ὡς δὴ πεφυκότα νέων ψυ- χὰς διαφθείρειν τὸν τόπον οἱ μὲν εἰς Φοινίκην ἱστία πετάσαντες, οἱ δὲ Ἀθήναζε ᾤχοντο, ἐμοὶ δὲ τοὔνομα ἐλέλειπτο, ὥστε ἐδάκρυσεν ἄν τις, ὑπὲρ |ὁπόσων ὁμιλητῶν πρὸς ὁπόσην χιόνα παραταξόμενος ἐξῄειν.