Ancient Greek · ~3 min
Chapter 77
Libanius, Oratio I 77
Not analysed yet
Περιῄειν οὖν πενθοῦσιν ἐοικώς, τοῖς τε παρ- οῦσιν ἀχθόμενος τά τε ἀπόντα ποθῶν, καί μοι οὕτως ἀκριβῶς ὁ τῶν Βιθυνῶν ἔρως ἐνῴκει μηδὲν ἕτερον ἐπιτρέπων θαυμάσαι, ὥστε ἐπειδὴ θέρος ἦν, αὖθις ἐκεῖσε ἐκομιζόμην ἀφιέντος μὲν οὐδενός, ἀπειλούντων δὲ πολλῶν, κρατοῦντος δὲ τοῦ θεοῦ. λοιμοῦ δὲ ἐλαύ- νοντος τοὺς ἀνθρώπους μετασχών πως τοῦ κακοῦ καὶ αὐτὸς παραινέσεσιν ἰατρῶν πάλιν ἦν, ἐξ ἦς ἐπεφεύγειν. δευτέρου θέρους ταὐτὰ καὶ ἐτόλμων καὶ ἠναγκαζόμην λιμοῦ ποιοῦντος, ἃ πρότερον ὁ λοιμός. καὶ κατὰ ταύ- την γε τὴν πορείαν ἐν Λιβύσσῃ —σταθμὸς δὲ ἡ Λίβυσσα τάφῳ τε καὶ λόγῳ τῷ περὶ τοῦ κειμένου κοσμούμενος —ἐνταῦθα ἐξ αἰθρίας τε ἀκριβοῦς καὶ δριμυτάτης ἀκτῖνος νέφη συνδραμόντα σκηπτὸν καὶ ποιεῖ καὶ ἀποστέλλει, κὰδ δὲ πρόσθ’ ὀρέων Διομή- δεος ἧκε χαμᾶζε, καὶ ἐπεπόνθειν μὲν δὴ ὅσα εἰκὸς ὑπὸ τοῦ τοιοῦδε |πυρός.