Ancient Greek · ~1 min
Chapter 78
Libanius, Oratio I 78
Not analysed yet
τοῦ δὲ χάριν ἐραστὴν πόλεως ἠδικημένον ἀπεκώλυεν ἀπὸ τῶν παιδικῶν ἡ Τύχη; τὸ πτῶμα ᾔδει γενησόμενον, ὑφ’ ᾧ με καὶ αὐτὸν κεισόμενον. λυποῦσα δὴ τοιαῦτα τὴν σωτηρίαν ἐπό- ριζε καὶ ἀποστεροῦσα τόπου τινὸς ἐχαρίζετο γῆρας, ἐπεὶ καὶ τὸ εἰς τὴν μεγίστην με πόλιν αὖθις φέρουσα ἐμβαλεῖν οὐ κακοῦν ἐθέλουσα ἔπραττε, κακὸν δέ τι κἀνταῦθα ἰωμένῆ.