Ancient Greek · ~2 min
Chapter 83
Libanius, Oratio I 83
Not analysed yet
οἱ δὲ πάλαι μὲν ἔφασαν καὶ αὐτοὶ ταυτὶ διανενοῆσθαι, |παθεῖν δὲ ὃ πολλοὶ πολλάκις, αἰδοῖ βεβλάφθαι, προσλαβόντες δὲ νουθεσίαν βελτίους ἔσεσθαι. καὶ αὐτίκα τὸ μὲν ψή- φισμα ἐγέγραπτο· τοὺς σοφιστὰς δὲ πρὸς σφᾶς αὐτοὺς διήλλαττεν ὁ φόβος, καὶ πυκναὶ μὲν αἰ βουλαί, πολλοὶ δὲ οἱ δρόμοι, καὶ ᾗ χρὴ τοὐπιὸν διενεγκεῖν, ἐσκόπουν. τοῦτο οὔπω πρόσθεν Ἀθηναίους ἀκήκοα δράσαντας οὐδ’ αὖ ἑτέρῳ τοιαῦτα εἰς δόξαν παρὰ τῆς Τύχης εὑρημένα. καίτοι καὶ πρότερόν ποτε λόγοι λόγων ἡττῶντο τῶν παρ’ ἑτέροις οἱ παρ’ αὐτοῖς, ἀλλ’ ὅμως οὐ φαίνονται κεκληκότες ἑτέρωθεν ῥήτορα.