Ancient Greek
Chapter 84
Libanius, Oratio I 84
Not analysed yet
τουτὶ μὲν δὴ κεφάλαιον τῶν παρὰ τῆς δαίμονος ἀγαθῶν νομιστέον· εἰ γὰρ αὖ καὶ παρ’ ἑτέρων κλητὸν Ἀθήνη- θὲν ἐλθόντα νέων ἀρχὴν |κτήσασθαι μακαριστόν, πηλίκης εὐδαιμονίας τὸ Ἀθηναίους εἶναι τοὺς μετα- πεμπομένους; ἐγὼ δὲ ἥσθην μὲν κατὰ τὸν Κρῆτα ἐκεῖνον) ἐπὶ τὴν κατέχουσαν τὰ πράγματα τῶν λόγων νόσον καλούμενος, οὐ μὴν οὕτω γε ἐπιλήσμων τις ἦν, ὥστ’ εἰρήνην τε καὶ ἀσφάλειαν ἐλπίσαι μετὰ τοὺς πολέμους ἐκείνους οὓς ἐτύγχανον ἑωρακώς, ἐν οἷς τραύματα πόνον πολλοῖς ἰατροῖς παρασχόντα συνέβη. 85. Ἦν οὖν δεινῆς ἠλιθιότητος τοὺς ἐπ’ ἀλλήλους ὅπλα ἀναιρουμένους, οἷς ἰσχὺς παραπλησία (δι᾿ ἴσου πᾶσι παραγενομένη τοῦ χρόνου, τὸν ἄρτι ἥκοντα τὰ σφῶν ἐλέγξοντα τούτους οἴεσθαι μετὰ θυσιῶν τε καὶ αὐλῶν καὶ χορῶν ἐπιστήσειν ταῖς ἀγέλαις ταῖς αὑτῶν. ἤκουον δέ γε πρὸς οἷς ἐτεθεάμην |τῷ μὲν Ἀραβίῳ λελουμένῳ τε καὶ ἐπ’ ἄριστον ἰόντι δύο τινὲ μισθωτὼ βορβόρῳ κρύψαι τὸ πρόσωπον, Παφλαγόνας δὲ τρεῖς ἅπαντα ἀδελφούς, τὴν φύσιν, τὴν ἀμαθίαν, τὴν τόλ- μαν, τοῦ σώματος τὸ πάχος, τὸν Αἰγύπτιον ἀπὸ τῆς εὐνῆς ἁρπάσαντας ἐπὶ τὸ φρέαρ κομίσαντας ἐμβαλεῖν ἀπειλῆσαι καὶ μέλλειν, εἰ μὴ ὀμεῖται τὴν πόλιν ἐκλεί- ψειν, καὶ ἐξέλιπεν, ὥστ’ εἰς Μακεδονίαν ἥκων ἕτερόν τι ποιῶν ἐτελεύτησε τὸν βίον. 86. Τούτοις ἐμαυτὸν κατεῖχον τοῖς λογισμοῖς. τῶν δὲ οὐκ ἀντεχόντων σοφιστῶν οὐκ ἂν οἴκοι με ταὐτὰ λεγόντων δυνηθῆναι, χαλεπὸν γὰρ εἶναι πολίτου τυχεῖν ἐπαινέτου, οἵ γε, κἂν σὺν δόξῃ παρὰ σφᾶς ἀφίκηταί τις, περιαιρεῖν τε ἐπιχειροῦσι καὶ πάσῃ τέχνῃ μικρὸν ποιεῖν, καὶ ταῦτα αὐτοὺς ληροῦντας ἐπιδεῖξαι βουλο- μένη ἡ Τύχη κινεῖ μέν με πρὸς αἴτησιν μηνῶν |τεττά- ρων, ἐφέντος δὲ βασιλέως καὶ πρὶν ἢ χειμῶνα ἄρχεσθαι δεῖν ἐπανήκειν εἰπόντος ὁρῶ μὲν ὁδούς τε καὶ πύλας τὰς ἐμοὶ φιλτάτας, ὁρῶ δὲ ἱερά τε καὶ στοάς, ὁρῶ δὲ τοίχων τῶν ἐμαυτοῦ γῆρας, ὁρῶ δὲ μητρὸς πολιάν, ὁρῶ δὲ τὸν ἐκείνης ἀδελφὸν οὔπω ἀφῃρημένον τὸ τοῦ πατρὸς ὄνομα, ὁρῶ δὲ ἀδελφόν τε πρεσβύτερον ἤδη πάππον κεκλημένον συμφοιτητῶν τε ἔθνη, τοὺς μὲν ἐν ἀρχαῖς φανέντας, τοὺς δὲ δικαζομένοις συμμάχους, φίλους τε πατρῴους ὀλίγους γε ἐρρωμένην τε πλήθει σοφῶν τὴν πόλιν, ὥστε ἡδόμην τε ὁμοῦ καὶ ἐδεδοίκειν, τὸ μέν, ὅτι τῆς τοσαύτης τε καὶ τοιαύτης πολίτης εἴην, τὸ δέ, ὅτι παγχάλεπόν ἐστιν οὕτω μεγάλην λαβεῖν.