Ancient Greek · ~3 min
Chapter 88
Libanius, Oratio I 88
Not analysed yet
τοῦ θείου δέ με εἰσάγοντος τρέμοντος μειδιῶν τε αὐτὸς εἱπόμην θάρσος ἐμβαλού- σης τῆς Τύχης καὶ βλέπων εἰς τὸν ὄχλον, ὥσπερ ὁ Ἀχιλλεὺς εἰς τὰ ὅπλα, ἐτερπόμην, τούτῳ δὲ οὔπω λέγων ἐκπλήξας πῶς ἂν ἀξίως εἴποιμι περὶ τε τῶν ἐπὶ τῷ προλόγῳ δακρύων, ὂν καὶ ἐκμαθόντες ἀπῆλθον οὐκ ὀλίγοι, περί τε τῆς ἐπὶ τοῖς δευτέροις βακχείας; οὐδεὶς γὰρ εἴς γε τὸ πηδᾶν καὶ ἅπαντα δρᾶν οὐ γέρων ἦν, οὐ φύσει βραδύς, οὐκ ἀσθενής, ἀλλὰ καὶ οἷς ἔργον ἑστάναι διὰ νόσον ποδῶν, εἱστήκεσαν καὶ ἐμοῦ καθί- ζοντος αὐτοὺς οὐκ ἐᾶν ἔφασαν τὸν λόγον, ὃν δὴ καὶ διακόψαντες δεήσεσιν ἐδεήθησαν ἀποδοῦναί με τοῖς ἐμοῖς βασιλέα.