Ancient Greek · ~2 min
Chapter 89
Libanius, Oratio I 89
Not analysed yet
τοῦτ’ οὖν, ἕως ἀπεῖπον, ποιήσαν- τες αὖθις ἐπὶ τὸν λόγον μετέβαινον μακάριον ἐμέ τε καὶ σφᾶς αὐτοὺς ἀποφαίνοντες, ἐμὲ μὲν |ὡς τέχνῃ λέγοντα, σφᾶς δὲ αὐτοὺς ὡς ἀρεταῖς πολιτῶν ἡδομέ- νους, καλῶς ἐλέγξαντες ἔργῳ μάταιον λόγον, ὡς οὐκ ἀνάγκη τοῖς ἀλλήλων ἀγαθοῖς φθονεῖν τοὺς κοινω- νοῦντας πατρίδος. οὐ φαιδροτέραν Ἀγαμέμνων ἡμέραν, ἐν ᾐ Τροίαν εἷλεν, ἢ ἐγὼ ταύτην, ἐν ᾐ ταῦτα ἃ διῆλθον ἔλαβον. οἵ γε καὶ ἐπὶ λουτρὸν ἰόντι συνη- κολούθουν θιγεῖν ἕκαστος ἐπιθυμοῦντες τοῦ σώματος.