Ancient Greek · ~2 min
Chapter 90
Libanius, Oratio I 90
Not analysed yet
Ἦν δέ τις τῇδε Φοῖνιξ θαυμαζόμενος ἐπὶ τῇδε τῇ τέχνῃ, σοφιστοῦ μὲν υἱός, σοφιστοῦ δὲ υἱιδοῦς, καὶ τὸ τιμᾶσθαί γε οὐχ ἦττον ἐντεῦθεν ἦν ἢ παρὰ τῶν λόγων αὐτῷ. οὗτος νόμῳ μὲν τῆς ὡραίας ἐτύγ- χανεν ἀφιγμένος οἴκαδε, δειχθέντων δέ μοι τῶν λόγων καὶ πάντων οἰχομένων γράμματα πέμπεται πρὸς ἐκεῖνον φράζοντα τὴν ταχίστην ἐπιστῆναι τοῖς νέοις, ὡς ᾑρη- μένοις· εἰ δὲ μελλήσεις, τὰ γράμματα ἔλεγεν, ἐπὶ κενὸν ἥξεις τὸ διδασκαλεῖον. οὕτως ἅπαντας ἀπαγαγὼν Ὀρφεὺς οἰχήσεται.