Ancient Greek · ~2 min
Chapter 92
Libanius, Oratio I 92
Not analysed yet
καὶ δὴ κλάων κλάοντας ἀπελίμπανον, οἱ δὲ |οὐκ ἔκλαον οἱ βέλτιστοι μόνον, ἀλλὰ καὶ μεγάλα ὑπισχνοῦντο δώσειν, εἰ διαπραξαίμην τὸ παρὰ σφίσι ζῆν. ἐμοὶ δὲ ὧν ὑπισχνοῦντο τῶν μεγάλων μεῖζον ἦν τὸ οἴκοι ζῆν. 93. Ἀναβαίνων δὴ τὸ μετὰ τὸν πρῶτον τῶν σταθ- μῶν ἄναντες, οὗ λόγος κατακαυθῆναι τοὺς Γίγαντας μαχομένους τοῖς θεοῖς, μικροῦ τῇ ῥάβδῳ τοῦ τὸ ζεῦγος ἐλαύνοντος τὸν ὀφθαλμὸν ἐξεκόπην, ὥστε καὶ τοῖν βλεφάροιν τὸ κάτωθεν ῥαγῆναι, τὸν ὀφθαλμὸν δὲ αὐτὸν ἡ Τύχη διέσωσεν.