Ancient Greek · ~2 min
Chapter 94
Libanius, Oratio I 94
Not analysed yet
ἀνύσας τοίνυν τὴν πολλὴν ὁδὸν μᾶλλον ἢ πρὶν ἐδυσχέραινον τὸ χωρίον. εἰπὼν δὴ πρὸς τὸν ἄρχοντα ἃ φρονῶ, καὶ βοηθεῖν παντὶ θυμῷ δεηθεὶς καὶ πείσας αὐτόν τε καὶ <τοὺς> ἰατρούς, τοὺς μὲν λέγειν, ὡς τῇ κεφαλῇ μοι φάρμακον μὲν ὁ παρ’ ἡμῖν ἀήρ, ἐχθρὸς δὲ ὁ παρ’ ἐκείνοις, τὸν δὲ ἁπλῶς οὕτω προσίεσθαι, πείθω πάλιν τῶν τινα ἐν βασιλείοις νατῶν τῇ τῶν ἰατρῶν γνώμῃ συναγορεύοντα πεῖσαι βασιλέα μὴ φθονῆσαι τῇ κεφαλῇ· ὁ δὲ ἐβοήθει μέν, ἐβοήθει |δὲ οὐ <μέν>, διειστήκει γὰρ τοῖς τρό- ποις, ἐνδεικνύμενος δέ, ὡς οὐδὲν ἂν αὐτὸν ἐγχειρή- σαντα διαφύγοι.