Ancient Greek
Chapter 95
Libanius, Oratio I 95
Not analysed yet
δίδωσι μὲν δὴ ὁ βασιλεὺς ἐπανελ- θεῖν οὐδὲ τότε εἰς ἅπαξ, λαβὼν δὲ ἐγὼ τα γράμματα καὶ συσκευαζόμενος δέχομαι πικρὰν ἀγγελίαν τεθνάναι μοι τὴν ἀνεψιάν, κεῖσθαι δὲ τὸν θεῖον ἐν τέφρᾳ τῆς Τύχης τὴν αὑτῆς διαφθειρούσης δόσιν· οὐ γὰρ ἔτ’ ἦν μοι βουλομένῳ τὴν πόλιν ἔχειν μέλλοντί γε ἀντὶ τῆς γυναικὸς τὸν ἐκείνης ὄψεσθαι τάφον. αἰσθομένου δὲ ἄμφω τοῦ θείου καὶ ὡς εἴην κύριος ἐπανελθεῖν καὶ ὡς οὐκ ἐθέλοιμι, καὶ τρίτον γε, διότι, καὶ δακρύσαντός γε, εἰ μηδ’ ὃ μόνον αὐτῷ παραμύθιον λείποιτο, τῆς ἐμῆς ἀκούοι φωνῆς, καὶ κατηγοροῦντος ἐν γράμμασιν, εἰ μὴ κινοίμην, ἔρχομαι μέν, οὐχ ὁμοίᾳ δὲ καὶ πρό- τερον τῇ ψυχῇ, ἀλλὰ τότε μὲν ἱλαρᾷ τε καὶ |εὐθυ- μουμένῃ, ὕστερον δὲ ἄχους τε πλέᾳ καὶ διατεθυμμένῃ.