Ancient Greek
Chapter 97
Libanius, Oratio I 97
Not analysed yet
τῆς δὲ ἐπιούσης προσειπὼν τὸν βασιλέα δεύτερον αἰτηθεὶς λόγον, ἄκων μέν, φόβῳ δὲ μιάζω κύκλῳ περιερχόμενος· καὶ παρῆν μὲν ὁ διδά- σκαλος οὔπω καθαρῶς ἀναπεπνευκώς, εἰσάγω δὲ αὐτὸν εἰς τὸν λόγον ὡς δὴ ἐπῃνεκότα πρός με πολλάκις τοῦ βασιλέως τὴν γλῶτταν, ὁ δὲ ἡσθεὶς ὀρέγει τὴν δεξιὰν τὸ διηλλάχθαι δηλῶν, καὶ ὁ μὲν κατεφίλει προσκεκυ- φώς, ἡμεῖς δὲ ἐβοῶμεν, ὁπόσα ἐν τοιούτοις εἰκὸς) εἰς βασιλέα δέους ἠλευθερωκότα διδάσκαλον γέροντα.