Ancient Greek
Chapter 98
Libanius, Oratio I 98
Not analysed yet
Τῶν τοίνυν ἐν μέσῳ μοι γιγνομένων ἐπιδεί- ξεων συχνῶν τε οὐσῶν καὶ οἵων ἐφέλκεσθαι νέους νεανίσκος πολλὰ |δεῖπνα δεδειπνηκὼς ἐπὶ τῷ σώματι μισθῷ μεγάλῳ παρὰ τοῦτον τὸν βασιλέα δραμὼν δυοῖν γυναίοιν ἔφη με κεφαλὰς ἀποτεμόντα κεκτῆσθαι τῇ μὲν ἐπ’ ἔκρινον χρώμενον, θατέρᾳ δὲ ἐπὶ τὸν πρε- σβύτερον. ἦν δὲ τοῦ ψεύδους ὁ μισθὸς συγκοίμησις ὀρχηστοῦ τινος πάντα πειθομένου τοῖς ἀμφ’ ἐκεῖνον τὸν σοφιστήν. εἰ μὲν δὴ καὶ ἐκομίσατο τὸν μισθόν, ὅ τε λαβὼν ὅ τε δοὺς οἶδεν, ἐφ’ ᾧ δ’ οὖν ἐτόλμα ἅπερ ἐτόλμα, τοῦτο ἦν.