Ancient Greek
Chapter 99
Libanius, Oratio I 99
Not analysed yet
ὁ δὲ αὐτὸν ἔπεμπεν εἰς τὸ δικαστήριον οὐ τοῦτο οἰόμενον, ἀλλ’ αὐτός τε νος ὑφ᾿ ὧν τε ἐμεμίσθωτο ταῖς αἰτίαις ἤλπιζον ἀκο- λουθήσειν τὸ ξίφος. οὔκουν ἐδίωξεν, ἀλλ’ ἐν τοῖς ἐσχάτοις τῆς πόλεως περὶ τὰς ὑπωρείας ἔκειτο συγ- κεκαλυμμένος. ἐδόκει δὲ ὅμως ὁ βασιλεὺς ὑπὸ ψιλῆς τῆς αἰτίας φαυλότερόν |με ἡγεῖσθαι καὶ τοῦτο πάν- τὼς ἐπιδείξειν προπεμπόμενος, οὐδὲ γὰρ βλέμματός με ἀξιώσειν.